Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.40 Dem. 25.43 (English) >>Dem. 25.46

25.42ἀλλὰ νὴ Δία ταῦτα μὲν οὕτως ἔχειν ὁμολογήσετε, χρήσιμον δʼ ἄνθρωπον τῇ πόλει κρίνειν, ὥστε πάντα ταῦτα παριδόντας δεῖν αὐτὸν σῴζειν. ἀλλʼ ὧν ἔργῳ πεῖραν εἰλήφατʼ, ἄνδρες Ἀθηναῖοι, μηδέποτʼ ἐκ λόγου ταῦτα σκοπεῖσθε. οὗτος ὑμῖν οὐχὶ προσῆλθε πέντʼ ἐτῶν, ὧν ἐτιμήθη μὴ λέγειν αὐτῷ. τίς οὖν ἐν τούτῳ τῷ χρόνῳ τοῦτον ἐπόθησεν; τί τῶν τῆς πόλεως ἐλλειφθὲν διὰ τὴν ἀπουσίαν εἶδε τὴν τούτου; τί δέ, ἀφʼ οὗ νῦν λέγει, βέλτιον γεγονός; ἐμοὶ μὲν γὰρ δοκεῖ τοὐναντίον, ὃν μὲν οὐ προσῄει χρόνον ὑμῖν, ἀναπαύσασθαι τῶν κακῶν πόλις ὧν ἅπασιν οὗτος παρεῖχεν, ἀφʼ οὗ δὲ πάλιν δημηγορεῖ, πολιορκεῖσθαι, λόγους στασιώδεις καὶ ταραχώδεις ἐν ἁπάσαις ἀεὶ ταῖς ἐκκλησίαις λέγοντος τούτου.

25.43βούλομαι τοίνυν καὶ παρακινδυνευτικοῦ τινος ἅψασθαι λόγου καὶ διαλεχθῆναι τοῖς διὰ ταῦτα φιλοῦσιν αὐτόν· οὓς ὁποίους μέν τινας χρὴ νομίζειν, αὐτοὶ σκοπεῖσθε, ἐγὼ δʼ οὐδὲν ἂν εἴποιμι, πλὴν ὅτι γʼ οὐ σωφρονοῦσι προσνέμοντες αὑτοὺς τούτῳ. τῶν μὲν οὖν ἐν τῷ δικαστηρίῳ νῦν ὄντων ὑμῶν οὐδένʼ εἶναι τοιοῦτον τίθεμαι· καὶ γὰρ δίκαιον, ἄνδρες Ἀθηναῖοι, καὶ καλὸν καὶ συμφέρον οὕτω καὶ λέγειν ἐμὲ καὶ φρονεῖν περὶ ὑμῶν. 25.44ἐκ δὲ τῶν ἄλλων πολιτῶν, ἵνʼ ὡς εἰς ἐλαχίστους τὴν βλασφημίαν ἀγάγω, τὸν μαθητήν, εἰ δὲ βούλεσθε, τὸν διδάσκαλον αὐτοῦ, Φιλοκράτην τὸν Ἐλευσίνιον, μόνον εἶναι τοιοῦτον τίθεμαι, οὐχ ὡς οὐχὶ πλειόνων ὄντων (ὤφελε γὰρ μηδεὶς ἄλλος Ἀριστογείτονι χαίρειν), ἀλλʼ καθʼ ὑμῶν ὡς ὄνειδος ὀκνῶ λέγειν, οὐδὲ τῶν ἄλλων πολιτῶν δίκαιός εἰμι δημοσίᾳ κατηγορεῖν· εἶτα καὶ ταὐτὸ ποιήσει καὶ πρὸς ἕνα ῥηθεὶς λόγος.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.40 Dem. 25.43 (English) >>Dem. 25.46

Powered by PhiloLogic